Folk Tale

Νυκτερίς, κέπφος καὶ βάτος

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Νυκτερίς, κέπφος καὶ βάτος πρὸς ἀλλήλους κοινωνίαν ἔθεντο, τοῦ ἐπί τινα δῆθεν ἐμπορίαν ἀπελθεῖν. καὶ ἡ μὲν χρυσόν, ὁ δὲ χαλκόν, ἡ δὲ ὑφάσματα δανειακῶς ἐξελάβοντο καὶ ἑν πλοίῳ ἀποθέμενοι τοῦ πλοὸς εὐθὺς εἴχοντο. ἄφνω δὲ ζάλη καὶ καταιγὶς διαπνεύσασα εἰς κλύδωνα μέγιστον τὸ πέλαγος ἦρε, καὶ τὸ σκάφος διασπαράξαν τὰ ἐν αὐτῷ πάντα τῷ βυθῷ παραδίδωσιν. ἐξ ἐκείνου δὲ ἡ μὲν νυκτερίς, τοὺς δανειστὰς πτοουμένη καὶ δεδιῶσα καὶ ἑαυτὴν ὑποστέλλουσα, μόνῃ τῇ νυκτὶ εξέρχεται· ὁ δὲ κέπφος επὶ τῆς θαλάσσης τὰς διατριβὰς ἔχει, ἀναζητῶν τὸν χαλκόν· ἡ δὲ βάτος τοῖς ἱματισμοῖς τῶν παραπορευομένων συμπλέκεται, τὰ ὑφάσματα εὑρεῖν δι᾿ ὅλου σπουδάζουσα. Οὗτος ὁ μῦθος δηλοῖ ὡς τῶν ἀνθρώπων ἕκαστον χρή, μετὰ τὴν ἔκβασιν τῶν ἐπικινδύνων πράξεων, προσεκτικῶς ἔχειν, ὥστε μὴ αὖθις τοῖς ἐκ τούτων ὁμοίοις κακοῖς περιπετεῖς γίνεσθαι.


Text view