Folk Tale

Κύων λύκον διώκων

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Κύων καταδιώκων λύκον ἐφρυάττετο τῇ τε τῶν ποδῶν ταχυτῆτι καὶ τῇ ἰδίᾳ ἰσχύϊ, καὶ ἐδόκει φεύγειν τὸν λύκον δι᾿ οἰκείαν δῆθεν ἀσθένειαν. στραφεὶς οὖν ὁ λύκος ἔφησε πρὸς τὸν κύνα «οὐ σὲ δέδοικα, ἀλλὰ τὴν τοῦ σοῦ δεσπότου καταδρομήν.» Οὑτος δηλοῖ ὡς οὐ δεῖ τινα ἐγκαυχᾶσθαι τῇ τῶν ἑτέρων γενναιότητι.


Text view