Folk Tale

Πῶλος

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ανήρ τις ἐπωχεῖτο ἵππῳ τινὶ θηλείᾳ ἐγκύῳ οὔσῃ, καὶ ὁδοιποροῦντος αὐτοῦ ἡ ἵππος πῶλον ἀπέτεκεν. ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος καὶ ταχέως ἰλιγγιάσας πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην ἔλεγεν «ἰδού, ὁρᾷς με βραχύτατον καὶ πρὸς πορείαν ἀδύνατον· γίνωσκε δέ, ὡς εἰ ἐνταῦθά με καταλίπῃς, αὐθωρὸν διαφθείρομαι, εἰ δ᾿ ἐντεῦθεν ἄρῃς με καὶ ἀπαγάγῃς ἐν οἴκῳ καὶ ἀνατραφῆναι ποιήσῃς, οὕτως αὐξυνθεὶς ἐν ὑστέρῳ ἐποχεῖσθαί μοι ποιήσω σε.» Οὗτος δηλοῖ ὡς ἐκείνους εὐεργετεῖν χρή, ὑπὲρ ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιΐας ἐλπίζεται.


Text view