Folk Tale

Πίθηξ καὶ ἁλιεύς

AuthorSyntipas
ATU38
LanguageAncient Greek
OriginGreece

Ἀνήρ τις ἁλιεὺς παρὰ την θάλασσαν ἄγραν ἰχθύων ἐποίει. πίθηξ δέ τις αὐτὸν κατιδὼν ἐκμιμήσασθαι ἠβουλήθη. τοῦ δὲ ἀνδρὸς ἀποβάντος ἔν τινι σπηλαίῳ ἐπὶ τῷ διαναπαύσασθαι, τὸ δὲ δίκτύον παρὰ τὴν ἠϊόνα καταλιπόντος, ἐλθὼν ὁ πίθηξ καὶ τοῦ δικτύου λαβόμενος ἀγρεῦσαι δῆθεν δι᾿ αὐτοῦ ἐπεχείρει. ἀγνώστως δὲ τῇ τέχνῃ καὶ ἀσυντάκτως χρώμενος, καὶ τῷ δικτύῳ περισχεθείς, ἐπὶ τῆς θαλάσσης εὐθὺς πέπτωκε καὶ ἀπεπνίγη. ὁ δὲ ἁλιεὺς καταλαβὼν αὐτὸν ἤδη ἀποπνιγέντα ἔφη «ὦ ἄθλιε, ὤλεσέ σε ἡ ἀφροσύνη σου καὶ ἡ ματαία ἐπίνοια.» Οὗτος δηλοῖ ὡς οἱ τὰ ὑπὲρ αὐτοὺς μιμεῖσθαι πειρώμενος, ἑαυτοῖς ἐντεῦθεν ἐπάγουσι κίνδυνον.


Text view