Folk Tale

Κύκλωψ

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ἀνήρ τις τῶν εὐλαβῶν τυγκάνων, τάχα καὶ τοῖς πρακτέοις σεμνός, ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς ἰδίοις παισὶ συμβιοτεύων, μετὰ ταῦτα ἐνδείᾳ περιπίπτει ἐσχάτῃ. καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν ἐβλασφήμει τὸ θεῖον καὶ ἑαυτὸν ἀνελεῖν ἠναγκάζετο. λαβὼν γοῦν σπάθην ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξῄει, θανεῖν μᾶλλον ἑλόμενος ἤπερ ζῆν κακῶς. καὶ πορευόμενος λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκώς, ἐν ᾧ χρυσίον οὐκ ὀλίγον παρά τινος τῶν γιγαντιαίων ἀνδρῶν ἀπετέθειτο, ᾧ Κύκλωψ ἦν τὸ ὄνομα. ἰδὼν δὲ ὁ δῆθεν εὐλαβὴς ἀνὴρ τὸ χρυσίον φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως γίνεται, καὶ ῥίπτει μὲν τῆς χειρὸς τὸ ξίφος, αἴρει δὲ τὸ χρυσίον ἐκεῖθεν, καὶ ἄσμενος ἐπὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτοῦ επανέρχεται. εἶτα ὁ Κύκλωψ ἐπὶ τὸν λάκκον ἐλθὼν καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκώς, ἀντ᾿ αὐτοῦ δὲ κείμενον ἐκεῖσε τὸ ξίφος ἑωρακώς, αὐτίκα τοῦτο σπασάμενος ἑαυτὸν διεχειρίσατο. Ὁ λόγος οὗτος δηλοῖ ὡς τοῖς σκαιοῖς ἀνδράσιν ἀκολούθως τὰ κακὰ ἐπισυμβαίνει, τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύεται.


Text view