Folk Tale

Ἥλιος καὶ Βορρᾶς

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ὁ Ἥλιος καὶ ὁ Βορρᾶς ἄνεμός ποτε ἤριζον πρὸς ἀλλήλους, ποῖος ἐξ ἀμφοῖν τὸν ἄνθρωπον ἀπογυμνοῖν δύναται. ἤρξατο οὖν πρῶτος ὁ Βορρᾶς σφοδρῶς πνέειν κατὰ τοῦ ἀνθρώπου. ὁ δὲ ἄνθρωπος, καθόσον ἐψύχετο, τοῖς ἱματίοις ἑαυτὸν περιέσκεπε καὶ κραταίως αὐτῶν περιείχετο, μή πως τῇ σφοδροτάτῃ τοῦ ἀνέμου προσβολῇ ἐκ τοῦ σώματος αὐτοῦ ἀναρπασθῶσιν· ὅθεν καὶ κατ᾿ οὐδὲν ὁ Βορρᾶς τὸν ἄνδρα παρέβλαψεν, οὔτε τῶν περικειμένων αὐτῷ ἀμφίων ἀπογυμνῶσαι αὐτὸν ἠδυνήθη. εἶτα καὶ ὁ Ἥλιος αὐτῷ ἐπιλάμψας, καὶ τὸν ἀέρα τῆς ἡμέρας σφόδρα καταθερμάνας, εὐθὺς τὸν ἄνδρα τὰ ἱμάτια ἀποδύσασθαι παρεσκεύασε καὶ επ᾿ ὤμων ταῦτα ἐπιφέρεσθαι. Οὗτος δηλοῖ ὡς τὸ ταπεινοφρονεῖν τοῦ ματαίως κομπάζειν ἐνεργέστερον ἐπὶ πᾶσι καὶ πρακτικώτερον πέφυκεν.


Text view