Folk Tale

Κυνόδηκτος

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ἀνήρ τις ὑπὸ κυνὸς καιρίως δηχθεὶς ἐζήτει τὸν τὴν πληγὴν αὐτοῦ θεραπεύσοντα. ἕτερος δέ τις αὐτῷ συναντήσας ἔφη πρὸς αὐτόν «τοῦτο προσήκει ποιῆσαί σε· ἀπὸ τοῦ τῆς πληγῆς αἵματος ἐπισταλάξαι τῷ ψωμῷ καὶ τῷ δακόντι κυνὶ τὸν ψωμὸν ἐπιρρίψαι φαγεῖν, καὶ οὕτος ἡ πληγή σου θεραπευθήσεται.» ὁ δὲ δηχθεὶς ἀντέφη αὐτῷ «εἰ τοῦτο ποιήσω, ὑπὸ πάντων τῶν ἐν τῇ πόλει ταύτῃ κυνῶν ἔσομαι δακνόμενος.» Οὗτος ὁ λόγος δηλοῖ ὡς εἰ καὶ τὸν σκαιὸν ἄνθρωπον τιμήσειέ τις καὶ δεξιώσαιτο, ἀλλ᾿ οὐκ ἐκεῖνος αὐτὸν τὸν τιμήσαντα, ἀλλὰ τοὺς ὁμοίους αὐτῳ κακοὺς μᾶλλον ἀγαπᾷ.


Text view