Folk Tale

Στρουθὸς ἐπὶ μυρσίνης

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Στρουθός τις ἐπὶ μυρσίνης διέτριβε, καὶ διὰ τὸ ἡδὺ τῆς τοῦ δένδρου διαίτης οὐδ᾿ ὅλως αὐτοῦ ἀφίστατο. ἰξευτὴς δέ τις τοῦτον παρατηρησάμενος κατέσχε τε καὶ κατέθυσεν. ὁ δὲ στρουθὸς μέλλων ἀποσφαγῆναι πρὸς ἑαυτὸν ἔλεγεν· «οἴμοι τῷ ταλαιπώρῳ, ὅτι διὰ τροφῆς ἀφορμὴν καὶ μικρὰν ἡδονὴν τοῦ ζῆν ἀπορρήγνυμαι.» Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, δι᾿ ἔφεσιν τρυφῆς καὶ ἁβρότητος περὶ τὸ ζῆν πολλάκις, ὡς μοκθηροὶ, κινδυνεύουσι.


Text view