Folk Tale

Ἔλαφος ἐπὶ νάματος καὶ λέων

AuthorΒαβρίας
ATU77
LanguageAncient Greek
OriginGreece

Ἔλαφος ποδώκης εὔκερως ἀχαιΐνης λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης. ἐκεῖ δ' ἑαυτοῦ τὴν σκιὴν θεωρήσας χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη, ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει· παρῆν δὲ νέμεσις ἣ τὰ γῆς ἐποπτεύει. κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις, ἰδὼν δ' ἔφευγε, δίψαν οὐδέπω παύσας, καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις. ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην, κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη. "τί ταῦτ';" ἔφη· "δύστηνος ὡς διεψεύσθην· οἱ γὰρ πόδες μ' ἔσῳζον, οἷς ἐπῃδούμην, τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην." Περὶ τῶν σεαυτοῦ πραγμάτων ὅταν κρίνῃς, μηδὲν βέβαιον ὑπολάβῃς προγινώσκων, μηδ' αὖτ' ἀπογνῷς, μηδ' ἀπελπίσῃς· οὕτω σφάλλουσιν ἡμᾶς ἐσθ' ὅθ' αἱ πεποιθήσεις.


Text view