Folk Tale

Ὄνος πατήσας σκόλοπα καὶ λύκος

TitleὌνος πατήσας σκόλοπα καὶ λύκος
Language codegrc

Ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει· λύκον δ' ἰδὼν παρόντα καὶ σαφῆ δείσας ὄλεθρον οὕτως εἶπεν· "ὦ λύκε, θνῄσκω, μέλλω τ' ἀποπνεῖν. σοὶ δὲ συμβαλὼν χαίρω· σὺ μᾶλλον ἤ γὺψ ἢ κόραξ με δειπνήσεις. χάριν δέ μοι δὸς ἀβλαβῆ τὲ καὶ κούφην ἐκ τοῦ ποδός μου τὴν ἄκανθαν εἰρύσσας, ὥς μου κατέλθῃ πνεῦμ' ἀναλγὲς εἰς Ἅιδου." κἀκεῖνος εἰπών "χάριτος οὐ φθονῶ ταύτης" ὀδοῦσιν ἄκροις σκόλοπα θερμὸν ἐξῄρει. ὁ δ' ἐκλυθεὶς πόνων τε κἀνίης πάσης τὸν κνηκίην χάσκοντα λακτίσας φεύγει, ῥῖνας μέτωπα γομφίους τ' ἀλοιήσας. "οἴμοι" λύκος "τάδ'" εἶπε "σὺν δίκῃ πάσχω· τί γὰρ ἄρτι χωλοὺς ἠρξάμην ἰατρεύειν, μαθὼν ἀπ' ἀρχῆς οὐδὲν ἢ μαγειρεύειν;"


Text view