Folk Tale

Ὄρνις χρυσοτόκος

TitleὌρνις χρυσοτόκος
Language codegrc

Ὄρνιθος ἀγαθῆς ᾠὰ χρυσᾶ τικτούσης ὁ δεσπότης ἐνόμισεν ἐντὸς εὑρήσειν χρυσοῦ μέγιστον ὄγκον, ὅνπερ ὠδίνειν· θύσας δὲ ταύτην εὗρε τὴν φύσιν πάσαις τὰ πάνθ' ὁμοίην οὖσαν. ἀθρόως δ' ἕξειν μέγιστον ὄλβον ἐλπίσας τε καὶ σπεύσας ἀπεστερήθη τοῦ τὰ μικρὰ κερδαίνειν.


Text view