Folk Tale

Γεωργὸς καὶ ὄφις ὑπὸ κρύους πεπηγώς

TitleΓεωργὸς καὶ ὄφις ὑπὸ κρύους πεπηγώς
Language codegrc

Ἔχιν γεωργὸς ἐκπνέοντ' ὑπὸ ψύχους λαβὼν ἔθαλπεν· ἀλλ' ἐκεῖνος ἡπλώθη τῇ χειρὶ προχφύς, καὶ δακὼν ἀνιήτως ἔκτεινεν [αὐτὸν τὸν θέλοντ' ἀναστῆσαι.] θνῄσκων δὲ μῦθον εἶπεν ἄξιον μνήμης· "δίκαια πάσχω τὸν πονηρὸν οἰκτείρας."


Text view