Folk Tale

Λέων καὶ δύο ταῦροι

TitleΛέων καὶ δύο ταῦροι
Language codegrc

Λέων προβαλὼν ταύροις δυσὶν ἐπειρᾶτο τούτους καταθοινήσασθαι. οἱ δὲ τὰ ἑαυτῶν κέρατα ἐπίσης αὐτῷ ἀντιπαρατάξαντες οὐκ εἴων τὸν λέοντα μέσον αὐτῶν παρελθεῖν. ὁρῶν τοίνυν ἐκεῖνος ὡς ἀδυνάτως ἔχει πρὸς αὐτοὺς κατεσοφίσατο τοῦ ἑνός, καὶ πρὸς αὐτὸν ἔφησεν ὡς «εἴ γε τὸν σὸν ἑταῖρον προδώσεις μοι, ἀβλαβῆ σε διατηρήσω.» καὶ τούτῳ τῷ τρόπῳ ἀμφοτέρους τοὺς ταύρους ἀνῄρηκεν. Οὗτος δηλοῖ ὡς καὶ πόλεις καὶ ἄνθρωποι ἀλλήλοις ὁμονοοῦνντες οὐ συγχωροῦσιν αὐτῶν τοὺς ἐχθροὺς περιγίνεσθαι· τῆς δ᾿ ὁμονοίας καταφρονοῦντες εὐχερῶς ἄρδην τοῖς ὑπεναντίοις ἁλίσκονται.


Text view