Folk Tale

Λαγωοὶ καὶ ἀλώπεκες

TitleΛαγωοὶ καὶ ἀλώπεκες
Language codegrc

Λαγωοί τινες πρὸς ἀετὸν πόλεμον συγκροτοῦντες τὰς ἀλώπεκας εἰς συμμαχίαν προσεκαλοῦντο. αἱ δὲ πρὸς αὐτοὺς εἶπον «ἑτοίμως ἂν εἴχομεν συμμαχεῖν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες τέ ἐστε καὶ τίνι διαμάχεσθε.» Οὗτος ἐλεγχει τοὺς τοῖς ἰσχυροτέροις προσκρούοντας καὶ ἑαυτοῖς ἐξ αὐτῶν κίνδυνον ἐπάγοντας.


Text view