Folk Tale
Λύκος καὶ λέων
Title | Λύκος καὶ λέων |
---|---|
Language code | grc |
Λύκος ἁρπάσας χοῖρον καὶ ἀπάγων αὐτὸν συνήντησε λέοντι. ὁ δὲ εὐθὺς τὸν χοῖρον ἀφήρπασεν. ἀφαιρεθεὶς δὲ αὐτὸν ὁ λύκος ἐν ἑαυτῷ ἔλεγε «πάντως καὶ αὐτὸς ἐθαύμαζον, πῶς ἂν καὶ διέμεινε παρ᾿ ἐμοὶ τὸ ἐξ ἁρπαγῆς μοι προσγενόμενον.» Οὗτος δηλοῖ ὡς καὶ τὰ ἀλλότρια πράγματα, πλεονεκτικῶς τισι καὶ βιαίως ἐπικτώμενα, τοῖς ταῦτα ἁρπάζουσιν οὐκ εἰς τέλος παραμένουσιν.
Text view