Folk Tale

Ὄρνις καὶ χελιδών

TitleὌρνις καὶ χελιδών
Language codegrc

Ὄρνις τις εὑροῦσα ᾠὰ ὄφεως ἐσχόλαζε τῇ τούτων διατριβῆ, καὶ ταῦτα ἐπῳάζουσα ἐπεκάθητο. χελιδὼν δὲ τις αὐτὴν θεασαμένη, «ὦ μωρὰ καὶ ἀναίσθητε,» ἔφη, «τίνος χάριν ὄφεως περιέπεις γεννήματα; εἰ γὰρ αὐξηθῶσι, σοὶ πρότερον ἐμποιήσουσι τὸν ὄλεθρον, καὶ μετέπειτα ἑτέροις.» Οὗτος δηλοῖ ὡς οὐ χρή τινα ἐπὶ διαθέσει ἀνοσίου ἀνδρὸς πεποιθέναι πώποτε, κἂν πολλὴν αὐτῷ τὴν εὔνοιαν ἐπιδείξηται.


Text view