Folk Tale
Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν
Title | Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν |
---|---|
Language code | grc |
Ὄνυξιν ἄρας ἄρνα λιπαρὸν ἐκ ποίμνης ἤνεγκε παισὶν δεῖπνον αἰετὸς δώσειν· τὸ δ' αὐτὸ πράξειν καὶ κολοιὸς ὡρμήθη. καὶ δὴ καταπτὰς ἀρνὸς ἐσχέθη νώτοις
"δίκην δ' ἀνοίης" εἶπεν "ἀξίως τίνω· τί γὰρ ὢν κολοιὸς αἰετοὺς ἐμιμούμην;"
Text view