Folk Tale

Βοηλάτης καὶ Ἡρακλῆς.

Translations / Adaptations

Text titleLanguageAuthorPublication Date
Hercules and the DriverEnglishLaura Gibbs_
AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην. Τῆς δ' ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, Δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει, Τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ Ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ. Αὐτὸς δ' ἐπιστὰς εἶπε· Τῶν τρόχων ἅπτου Καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ' εὔχου, Ὅταν τι ποιῇς καὐτὸς· μὴ μάτην εὔξῃ.


Text view