Folk Tale

Βόες τρεῖς καὶ λέων.

AuthorΑἴσωπος
LanguageAncient Greek
OriginGreece

Ἐνέμοντο μετ' ἀλλήλων τρεῖς ἀεὶ βόες. Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο· ὑπούλοις δὲ λόγοις διαβαλὼν ἐχώρισεν ἀπ' ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο. [Ὅτι], εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει.


Text view