Folk Tale

Κόραξ καὶ ἀλώπηξ

AuthorΒαβρίας
ATU57
LanguageAncient Greek
OriginGreece

Κόραξ δεδηχὼς στόματι τυρὸν εἱστήκει· τυροῦ δ' ἀλώπηξ ἰχανῶσα κερδώη μύθῳ τὸν ὄρνιν ἠπάτησε τοιούτῳ· "κόραξ, καλαί σοι πτέρυγες, ὀξέη γλήνη, θεητὸς αὐχήν· στέρνον αἰετοῦ φαίνεις, ὄνυξι πάντων θηρίων κατισχύεις· ὁ τοῖος ὄρνις κωφός ἐσσι κοὐ κρώζεις." κόραξ δ' ἐπαίνῳ καρδίην ἐχαυνώθη, στόματος δὲ τυρὸν ἐκβαλὼν ἐκεκράγει. τὸν ἡ σοφὴ λαβοῦσα κερτόμῳ γλώσσῃ "οὐκ ἦσθ' ἄφωνος" εἶπεν "ἀλλὰ φωνήεις· ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ σοι λείπει."


Text view