Folk Tale

Λύκος καὶ ἀρήν

AuthorΒαβρίας
LanguageAncient Greek
OriginGreece

Λύκος ποτ' ἄρνα πεπλανημένον ποίμνης ἰδὼν βίῃ μὲν οὐκ ἐπῆλθεν ἁρπάξων, ἔγκλημα δ' ἔχθρης εὐπρόσωπον ἐζήτει. "σὺ δή με πέρυσι μικρὸς ὢν ἐβλασφήμεις." "ἐγὼ σε πέρυσιν; οὐκ ἐπ' ἔτος ἐγεννήθην." "οὔκουν σὺ τὴν ἄρουραν ἣν ἔχω κείρεις;" "οὔπω τι χλωρὸν ἔφαγον οὐδ' ἐβοσκήθην." "οὐδ' ἆρα πηγὴν ἐκπέπωκας ἣν πίνω;" "θηλὴ μεθύσκει μέχρι νῦν με μητρώη." τότε δὴ τὸν ἄρνα συλλαβών τε καὶ τρώγων "ἀλλ' οὐκ ἄδειπνον" εἶπε "τὸν λύκον θήσεις, κἂν εὐχερῶς μου πᾶσαν αἰτίην λύσῃς.


Text view