Folk Tale

Βάτραχος καὶ βοῦς

AuthorΒαβρίας
LanguageAncient Greek
OriginGreece

Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων. ἐλθοῦσα δ' αὐτόν -- οὐ παρῆν γάρ -- ἡ μήτηρ παρὰ τῶν ἀδελφῶν ποῦ ποτ' ἦν ἐπεζήτει. "τέθνηκε, μῆτερ· ἄρτι γὰρ πρὸ τῆς ὥρης ἤλθεν πάχιστον τετράπουν, ὑφ' οὗ κεῖται χηλῇ μαλαχθείς." ἡ δὲ φρῦνος ἠρώτα, φυσῶς' ἑαυτήν, εἰ τοιοῦτον ἦν ὄγκῳ τὸ ζῷον. οἱ δὲ μητρί· "παῦε, μὴ πρήθου. θᾶσσον σεαυτήν," εἶπον, "ἐκ μέσου ῥήξεις ἢ τὴν ἐκείνου ποιότητα μιμήσῃ."


Text view