Folk Tale

Βορέας καὶ Ἥλιος

AuthorΒαβρίας
ATU18
LanguageAncient Greek
OriginGreece

Βορέῃ λέγουσιν Ἡλίῳ τε τοιαύτην ἔριν γενέσθαι, πότερος ἀνδρὸς ἀγροίκου ὁδοιποροῦντος τὴν σίσυρναν ἐκδύσει. Βορέης δ' ἐφύσα πρῶτος οἷος ἐκ Θρᾴκης, βίῃ νομίζων τὸν φοροῦντα συλήσειν· ὁ δ' οὐ μεθῆκε μᾶλλον, ἀλλὰ ῥιγώσας καὶ πάντα κύκλῳ χερσὶ κράσπεδα σφίγξας καθῆστο, πέτρης νῶτον ἐξοχῇ κλίνας. ὁ δ' Ἥλιος τὸ πρῶτον ἡδὺς εκκύψας ἀνῆκεν αὐτὸν τοῦ δυσηνέμου ψύχους, ἔπειτα δ' αὖ προσῆγε τὴν ἀλῆν πλείω· καὶ καῦμα τὸν γεωργὸν εἶχεν ἐξαίφνης, αὐτὸς δὲ ῥίψας τὴν στολὴν ἐγυμνώθη. Βορέης μὲν οὕτω συγκριθεὶς ἐνικήθη· λέγει δ' ὁ μῦθος "πρᾳότητα, παῖ, ζήλου. ἀνύσεις τι πειθοῖ μᾶλλον ἢ βίᾳ ῥέζων."


Text view