Folk Tale

Λαγωοὶ καὶ βάτραχοι

AuthorΒαβρίας
ATU70
LanguageAncient Greek
OriginGreece

Γνώμη λαγωοὺς εἶχε μηκέτι ζώειν, πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ, ὁθοὔνεκ' εἰσὶν ἀδρανέστατοι ζώων ψυχάς τ' ἄτολμοι, μοῦνον εἰδότες φεύγειν. ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων, ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας "ἂψ νῦν ἴωμεν, οὐκέτι χρεὼν θνῄσκειν· ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἥμων."


Text view