Folk Tale

Γεωργὸς καὶ ὄφις ὑπὸ κρύους πεπηγώς

AuthorΒαβρίας
LanguageAncient Greek
OriginGreece

Ἔχιν γεωργὸς ἐκπνέοντ' ὑπὸ ψύχους λαβὼν ἔθαλπεν· ἀλλ' ἐκεῖνος ἡπλώθη τῇ χειρὶ προχφύς, καὶ δακὼν ἀνιήτως ἔκτεινεν [αὐτὸν τὸν θέλοντ' ἀναστῆσαι.] θνῄσκων δὲ μῦθον εἶπεν ἄξιον μνήμης· "δίκαια πάσχω τὸν πονηρὸν οἰκτείρας."


Text view