Folk Tale

Ἐλάτη καὶ βάτος

AuthorΒαβρίας
LanguageAncient Greek
OriginGreece

Ἤριζον ἐλάτη καὶ βάτος πρὸς ἀλλήλας. ἐλάτης δ' ἑαυτὴν πολλαχῶς ἐπαινούσης· "καλὴ μέν εἰμι καὶ τὸ μέτρον εὐμήκης, καὶ τῶν νεφῶν σύνοικος ὀρθίη φύω, στέγης τε μέλαθρον εἰμι καὶ τρόπις πλοίων· δένδρῳ τοσούτῳ πῶς, ἄκανθα, συγκρίνῃ;" βάτος πρὸς αὐτὴν εἶπεν "ἢν λάβῃς μνήμην τῶν πελέκεών τε τῶν ἀεί σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον αἱρήσῃ." Ἅπας ὁ λαμπρὸς τῶν ἐλαττόνων μᾶλλον καὶ δόξαν ἔσχε χὐπέμεινε κινδύνους.


Text view