Folk Tale

Χελιδὼν καὶ κόραξ

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Χελιδὼν καὶ κόραξ περὶ κάλλους ἀλλήλοις ἐμάχοντο. καί φησιν ὁ κόραξ τῇ χελιδόνι «τὸ σὸν κάλλος ἐν μόνῳ τῷ ἔαρι καταφαίνεται, ἐν δὲ τῷ τοῦ χειμῶνος καιρῷ οὐ δύναται πρὸς τὸ ψύχος ἀντισχεῖν· τὸ δὲ ἐμὸν σῶμα καὶ τῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους γενναίως ἀνθίσταται.» Οὗτος δηλοῖ ὅτι ὑγεῖα καὶ ἰσχὺς σώματος κρείττων κάλλους καὶ ὡραιότητος πέφυκε.


Text view