Folk Tale

Περιστερὰ διψῶσα

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Περιστερά τις σφόδρα ἐδίψα καὶ ἐφ᾿ ὕδατος ζήτησιν τῇδε κἀκεὶσε περιήρχετο. ἰδοῦσα δὲ ἔν τινι τοίχῳ ἐζωγραφημένην ὑδρίαν ἐδόκει ἀληθῶς ὁρᾶν ὕδατος σκεῦος μεστόν, καὶ ἐλθοῦσα τοῦ πιεῖν τῷ τοίχῳ προσέκρουσε καὶ αὐτίκα τοῦ ζῆν ἀπερρήγνυτο. ὅτε δὲ πρὸς τελευταίαν ἐγγίσασα ἀναπνοὴν ἦν, ἐν ἑαυτῇ ἔλεγεν ὅτι «δυστυχὴς ὄντως ἐγὼ καὶ ἀθλία, ἐφ᾿ ᾧ ὕδατος γλιχομένη μὴ θανάτου ἐμνημόνευον.» Οὗτος δηλοῖ ὡς πολὺ κρείττων ἡ μακροθυμία τῆς ἀλογίστου σπουδῆς καὶ ταχυτῆτος.


Text view