Folk Tale

Κύων καὶ χαλκεῖς

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ἦν τις κύων χαλκέων τινῶν ἐν οἰκίᾳ διάγων. κἀκείνων μὲν ἐργαζομένων οὗτος εἰς ὕπνον ἐτρέπετο, εἰς ἑστίασιν δὲ καθεζομένων ἐγίνετο ἔξυπνος καὶ τοῖς ἑαυτοῦ κυρίοις χαριέντως προσεπέλαζεν. οἱ δὲ πρὸς αὐτὸν ἔλεγον «πῶς τῷ μὲν ψόφῳ τῶν βαρυτάτων σφυρῶν οὐδ᾿ ὅλως ἐξυπνίζῃ, τῷ δὲ βραχυτάτῳ κρότῳ τῶν μυλοδόντων ταχέως διεγείρῃ;» Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποι ἀνήκοοι, ἐφ᾿ οἷς δῆθεν ὠφελεῖσθαι καραδοκοῦσι, ταχέως τούτοις καὶ ὑπακούουσιν, ἐν οἷς δι᾿ ἀπαρέσκονται ἀπαθεῖς πάντῃ καθίστανται.


Text view