Folk Tale

Παῖς λουόμενος

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Παῖς τις ἐσελθὼν επί τινα ποταμὸν ἀπολούσασθαι, καὶ μὴ εἰδὼς νήχεσθαι, ἐκινδύνευεν ἀποπνιγῆναι. καί τινα παρερχόμενον ἄνδρα ἰδὼν εἰς βοήθειαν τοῦτον ἐκάλει. ὁ δε ἀνθρωπος τοῦτον διασώζων ἐκεῖθεν ἔλεγεν αὐτῷ «ἵνα τί, μὴ νήχεσθαι εἰδώς, τῆς τοσαύτης κατατετόλμηκας πλημμυπας;» ὁ δὲ παῖς αὐτῷ ἔφη «τέως νῦν βοήθει μοι, καὶ μετὰ ταῦτα ὀνείδισον.» Οὗτος δηλοῖ ὡς ὁ ἐν περιστάσει τινὰ προσονειδίζων ἀκαίρως αὐτοῦ καὶ ἀπρεπῶς καταμέμφεται.


Text view