Folk Tale

Κύων κρέας φέρων

AuthorSyntipas
ATU034A
LanguageAncient Greek
OriginGreece

Κύων ἁρπάσας βρῶμα ἐκ μακελλίου ᾤχετο φυγὰς ἐκεῖθεν καὶ ἔφθασεν ἐπίτινα ποταμόν. περαιούμενος δὲ αὐτὸν ὁρᾷ ἐν τοῖς ὕδασι τὴν τοῦ βρώματος σκιὰν πολλῷ οὖσαν οὗ ἔφερεν εὐμεγεθεστέραν, καὶ τοῦ στόματος ἀπορρίψας τὸ βρῶμα ἐπὶ τήν ὁραθεῖσαν αὐτοῦ σκιὰν κατηπείγετο. τῆς δὲ ἀφανοῦς γενομένης, στραφεὶς ὁ κύων τὸ ἀπορριφθὲν ἆραι, οὐδὲν ἐφεῦρε τὸ σύνολον· καὶ γὰρ ἐκεῖνο παρά τινος καταπτάντος κόρακος εὐθὺς ἡρπάγη καὶ κατεβρώθη. εἶτα ὁ κύων ἑαυτὸν ἐταλάνιζε, «τί ἄρα πέπονθα;» λέγων, «ὅτι ὃ εἶχον ἀφρόνως καταλιπὼν ἐφ᾿ ἕτερον ἀφανὲς ἠπειγόμην, κἀκείνου ἀποτυχὼν καὶ τοῦ προτέρου ἐξέπεσον.» Οὗτος δηλοῖ περὶ τῶν ἀκορέστως ἐκόντων καὶ τῶν περιττῶν ὀρεγομένων.


Text view