Folk Tale

Ὄνος ἵππον μακαρίζων

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ὄνος καὶ ἵππος ὑπῆρχον ἀνθρώπῳ τινί, καὶ ἕκαστος αὐτῶν ἰδίαν ὑπηρεσίαν ἐπλήρου. ἀλλ᾿ ὁ μὲν ἵππος ἀνέσεως πολλῆς παραπολαύων δαψιλῶς ἐτρέφετο· χαίτην τε καὶ πλοκάμους ὑπὸ τῶν ἱπποκόμων ἐκαλλωπίζετο καὶ ὁσημέραι τοῖς ὕδασιν ἀπελούετο. ὁ δὲ ὄνος διόλου ἀχθοφορῶν τῷ τῶν γόμων βάρει κατετρύχετο. μιᾷ γοῦν ὁ τοῦ ἱππου κύριος επιβὰς αὐτοῦ επί τινα πόλεμον ἀπῄει, καὶ μάχης συγκροτηθείσης ὁ ἵππος πληγεὶς ἀνῃρέθη. ἰδὼν δὲ τὴν αὐτοῦ ἀπώλειαν ὁ ὄνος ἑαυτὸν μᾶλλον τῆς πολυμόχθου ἐμακάριζεν ὑπηρεσίας. Οὗτος δηλοῖ ὡς ὁ πενιχρὸς βίος ἀνεπίφοβος τυγχάνων πολλῷ μᾶλλον τοῦ πλούτου, ὡς κινδυνώδους, προτιμότερος.


Text view