Folk Tale

Γαστὴρ καὶ πόδες

AuthorSyntipas
ATU293
LanguageAncient Greek
OriginGreece

Ανδρός τινος ἡ γαστὴρ τοῖς ἑαυτοῦ ποσὶ περὶ ἰσχύος διεφέρετο. οἱ μέντοι πόδες ἔλεγον τῇ γαστρὶ ὡς «ἡμεῖς σοῦ ἐσμεν ἰσχυρότεροι, ἅτε δὴ καὶ διαβαστῶντές σε.» ἡ δὲ γαστὴρ τοῖς ποσὶν ἀντέφησεν ὡς «εἰ μὴ ἐγὼ τὰς βρώσεις ἐδεχόμην, ὑμεῖς ἀδυνάτως ὅλως στῆναι εἴχετε ἄν.» Οὗτος δηλοῖ ὡς καὶ ἅπαν στράτευμα πρὸς τὴν μάχην ἀδόκιμον γίνεται, εἰ μὴ πρότερον ὑπὸ τοῦ στρατηλάτου γυμνάζοιτο καὶ παραθαρρύνοιτο.


Text view