Folk Tale

Νεανίσκος ἀκρίδας θηρεύων καὶ σκορπίος

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Νεανίσκος τις ἐν τοῖς ἐξωτάτοις καὶ ἐρημικωτάτοις τόποις ἀκρίδας ἠπείγετο κατασχεῖν, καὶ ἰδὼν μέσον αὐτῶν σκορπίον ἐδόκει κἀκεῖνον ἀκρίδα ὄντως τυγχάνειν. καὶ δὴ τὴν χεῖρα ἐκτείνας ἐξᾶραι αὐτὸν τῆς γῆς ἔμελλεν. ὁ δὲ σκορπίος τὸ αὐτοῦ κέντρον πρὸς τὸ νύξαι τὸν νέον ἰθύνας, ἐφη πρὸς αὐτὸν ὡς «εἰ ὅλως τετόλμηκάς μου καθάψασθαι, παρεσκεύασα ἄν σε ἀπολῦσαι καὶ ἃς κατέσχες ἀκρίδας.» Οὗτος δηλοῖ ὡς οὐ χρὴ καὶ τοῖς σκαιοῖς ἀνδράσι καὶ τοῖς ἀγαθοῖς ἐπίσης ἐντυγχάνειν, ἀλλ᾿ ἑκάστῳ πρὸς τὴν ἰδίαν γνώμην δεόντως προσομιλεῖν.


Text view