Folk Tale

Ταῦρος καὶ ἄγριαι

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Ταῦρος λέοντά τινα ἀποδιδράσκων ἔν τινι σπηλαίῳ τὴν καταφυγὴν ἔθετο. ἐν αὐτῷ δὲ ἔτυχεν ἀγρίας αῖγας τυγχάνειν, αἳ δὴ καὶ τὸν ταῦρον εὐθὺς ἐκεράτιζον. ὁ δὲ πρὸς αὐτὰς ἔλεγεν ὡς «οὐχ ὑμᾶς δέδοικα, ἀλλὰ τὸν τοῦ σπηλαίου ἔξωθεν ἑστηκότα.» Οὗτος δηλοῖ ὡς τοῖς ἐν δυσπραγίαις ὑπὸ δυναστῶν περιπίπτουσι πάντες οἱ ἐντυγχάνοντες μισητῶς ἐπεμβαίνουσιν.


Text view