Folk Tale

Κώνωψ καὶ ταῦρος

AuthorSyntipas
ATU281
LanguageAncient Greek
OriginGreece

Κώνωψ τις ἐλθὼν ἐπὶ κέρατος ἔστη ταύρου τινός, πειρώμενος δῆθεν αὐτῷ ἄχθος ἐμποιῆσαί τι. τοῦ δὲ ταύρου παρ᾿ οὐδὲν αὐτὸν λογιζομενου, βουλόμενος ὁ κώνωψ ἐξ αὐτοῦ ἀποπτῆναι, καὶ βιάζων αὐτόν, ἔφη ὡς «εἴπερ ἐπαχθής σοι πέφυκα, ετασθήσομαι ἀπὸ σοῦ.» καὶ ὁ ταῦρος ἔφη τῷ κώνωπι «οὔτε ἐλθόντος σοῦ ᾐσθόμην, οὔτε ὑποχωροῦντά σε γνώσομαι.» Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, εὐτελεῖς ἁμα καὶ ἄφρονες προδήλως τυγχάνοντες, δοκοῦσι καθ᾿ ἑαυτοὺς τῶν ἐν τιμῇ τε καὶ συνέσει διαπρεπόντων ὑπερέχειν.


Text view