Folk Tale

Κύων καὶ λαγωός

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Κύων λαγωοῦ κατατρέχων καὶ τοῦτον καταλαβών, ποτὲ μὲν αὐτὸν ἔδακνε, ποτὲ δὲ τὸ ἐντεῦθεν ἀπορρέον αὐτοῦ αἷμα ἀνέλειχεν. ὁ δὲ λαγωὸς ἐδόκει τὸν κύνα μᾶλλον καταφιλεῖν αὐτόν, καὶ ὑπολαβὼν ἔφη πρὸς αὐτόν «ἢ ὡς προσφιλὴς περιπτύσσου με, ἢ ὡς ἐχθρὸς καὶ πολέμιος κατάδακνε.» Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, ἔξωθεν μὲν φιλίαν ὑποκρίνονται, ἔσωθεν δὲ κακίας καὶ ἀπηνείας πεπλήρωνται.


Text view