Folk Tale

Μύες καὶ γαλαῖ

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Γαλαῖς ποτε καὶ μυσὶ μάχη συνεκροτεῖτο. ἡττώμενοι δὲ κατὰ κράτος οἱ μύες, καὶ γνόντες ἐξ ἀτονίας πάντως καὶ δειλίας ἡττᾶσθαι, σατράπας ἑαυτοῖς καὶ τῆς μάχης ἀρχηγοὺς κεχειροτονήκασιν. οἱ δὲ σάτραπαι ἐμφανέστεροι θελήσαντες καὶ θαρραλεώτεροι τῶν ἄλλων μυῶν καθίστασθαι, κέρατα ταῖς ἑαυτῶν κορυφαῖς περιέθεντο. εἶτα πάλιν αἱ γαλαῖ τοῖς μυσὶ προσβαλοῦσαι εἰς φυγὴν πάντας τρέπουσι· καὶ οἱ μὲν ἄλλοι μύες φυγάδες γενόμενοι πρὸς τὰς ἑαυτῶν καταδύσεις εὐθὺς ῥᾳδίως εἰσέδυσαν, οἱ δὲ τούτων προέξαρκοι, μέχρι τῶν οπῶν καὶ οὓτοι ἐν τῷ φεύγειν φθάσαντες, τῆς ἐν αὐταῖς εἰσελεύσεως ὑπὸ τῶν κεράτων ἐκωλύοντο. καὶ τούτους αἱ γαλαῖ καταλαβοῦσαι ὀλέθρῳ παραδεδώκασιν. Οὗτος δηλοῖ ὡς οἱ τοῖς ὅπλοις ἑαυτῶν τεθαρρηκότες, καὶ μὴ τὴν θείαν συμμαχίαν ἐπικαλεσάμενοι, ὑπ᾿ αὐτῶν δὴ καὶ τῶν κινδύνων ἐπισπῶνται.


Text view