Folk Tale

Κάμηλος κεράτων ἐφιεμένη

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Κάμηλος κεράτων ἐφιεμένη ἐδέετο τοῦ Διὸς ἑαυτῇ ταῦτα προσγενέσθαι· ὁ δὲ Ζεύς, ὀργισθεὶς μᾶλλον ἐπὶ τῇ αὐτῆς ἀπληστίᾳ, καὶ τὰ ταύτης ὦτα ἠλάττωσεν. Οὗτος δηλοῖ ὡς οἱ τοῦ πλείονος ὀρεγόμενοι καὶ ὧν ἔχουσιν ἀποστεροῦνται.


Text view