Folk Tale

Κύκνοι καὶ χῆνες

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Κύκνοι καὶ χῆνες ἀλλήλοις φιλιωθέντες ἐπὶ τῆς πεδιάδος ἐξῆλθον, καὶ νεμομένων αὐτῶν ὁμοθ̣υμαδὸν θηρευταὶ αὐτοῖς ἐπῄεσαν. καὶ οἱ μὲν κύκνοι, διὰ τὴν τοῦ σώματος ὠκύτητα, εὐθὺς πετασθέντες ἔφυγον· αἱ δὲ χῆνες, τῇ ἑαυτῶν φυσικῇ βραδύτητι ἐπεχόμεναι, ὑπὸ τῶν θηρευτῶν κατεσχέθησαν. Οὗτος ὁ λόγος παριστᾷ τοὺς μὴ ὁλοτρόπως τοῖς ἑαυτῶν φίλοις προσανέχοντας, ἀλλ᾿ ἐν καιρῷ περιστάσεως τούτων ἀφισταμένους.


Text view