Folk Tale

Λύκοι ποταμὸν ἐκπίνοντες

AuthorSyntipas
LanguageAncient Greek
OriginGreece

Λύκοι τινὲς ἔν τινι ποταμῷ δὲρματα βοῶν ἑωρακότες, καὶ ταῦτα σπουδάζοντες ἐκεῖθεν ἀνελκύσαι, τῆς τοῦ ποταμοῦ πλημμύρας βαθείας οὔσης κατατολμῆσαι οὐκ ἠδύναντο· ὅθεν ἐβουλεύσαντο καθ᾿ ἑαυτοὺς πρότερον τὰ ὕδατα καταπιεῖν, καὶ εἶθ᾿ οὕτω τὰ δέρματα φθάσαι ἀναλαβεῖν. ἀνὴρ δέ τις ὑπολαβὼν ἔφη πρὸς αὐτούς «εἰ ὅλως πειραθῆτε τὰ τοσαῦτα καταπιεῖν ὕδατα, εὐθὺς διασπασθέντες καὶ τῆς ζωῆς στερηθήσεσθε.» Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς τοῖς ἀνηνύτοις ἐξ ἀφροσύνης ἐπιχειροῦντας.


Text view