Folk Tale

Γαλῆ καὶ Ἀφροδίτη

AuthorΒαβρίας
LanguageAncient Greek
OriginGreece

Γαλῇ ποτ' ἀνδρὸς εὐπρεποῦς ἐρασθείσῃ δίδωσι σεμνὴ Κύπρις, ἡ πόθων μήτηρ, μορφὴν ἀμεῖψαι καὶ λαβεῖν γυναικείην, καλῆς γυναικός, ἧ τίς οὐκ ἔχειν ἤρα; ἰδὼν δ' ἐκεῖνος --ἐν μέρει γὰρ ἡλώκει-- γαμεῖν ἔμελλεν. ἠρμένου δὲ τοῦ δείπνου παρέδραμεν μῦς· τὸν δὲ τῆς βαθυστρώτου καταβᾶσα κοίτης ἐπεδίωκεν ἡ νύμφη. γάμου δὲ δαιτὴ 'λέλυτο, καὶ καλῶς παίξας Ἔρως ἀπῆλθε· τῇ φύσει γὰρ ἡττήθη.


Text view