Text view
Ἔριφος ἐπὶ δώματος ἑστὼς καὶ λύκος.
| Author | Αἴσωπος |
|---|---|
| Language | Ancient Greek |
| Origin | Greece |
Ἔριφος ἐπὶ τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. Ὁ δὲ λύκος ἔφη· Ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ τόπος. Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.