Text view

Ἔριφος ἐπὶ δώματος ἑστὼς καὶ λύκος.

TitleἜριφος ἐπὶ δώματος ἑστὼς καὶ λύκος.
Language codegrc

Ἔριφος ἐπὶ τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. Ὁ δὲ λύκος ἔφη· Ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ' ὁ τόπος. Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.


Download XMLDownload textStory