Text view
Εὔνουχος καὶ ἱερεύς.
| Title | Εὔνουχος καὶ ἱερεύς. |
|---|---|
| Language code | grc |
Εὔνουχος προσῆλθε ἱερεῖ, θυσίαν ὑπὲρ αὐτοῦ ποιῆσαι παρακαλῶν εἰς τὸ γενέσθαι παίδων πατέρα. Ὁ δὲ ἱερεὺς ἔφη· Ὅτε μὲν πρὸς τὴν θυσίαν ἀπίδω, πατέρα σε γενέσθαι παίδων παρακαλῶ· ὅτε δὲ τὴν σὴν ὄψιν ἴδω, οὐδ' ἀνὴρ φαίνῃ.