Text view
Ἔχις καὶ ἀλώπηξ.
Title | Ἔχις καὶ ἀλώπηξ. |
---|---|
Language code | grc |
Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· Ἄξιος τῆς νηὸς ὁ ναύκληρος. Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.