Text view
Κηπουρὸς ἀρδεύων λάχανα.
| Title | Κηπουρὸς ἀρδεύων λάχανα. | 
|---|---|
| Language code | grc | 
Κηπουρῷ τις ἐπιστὰς ἀρδεύοντι τὰ λάχανα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι' ἣν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεά, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα. Κἀκεῖνος ἔφη· Ἡ γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά. Οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσιν.