Text view
Κορώνη καὶ κύων.
Author | Αἴσωπος |
---|---|
Language | Ancient Greek |
Origin | Greece |
Κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐφ' ἑστίασιν ἐκάλεσεν. Ὁ δὲ ἔφη πρὸς αὐτήν· "Τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι." Καὶ ἡ κορώνη ἀπεκρίνατο· "Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ ." Οὕτω πολλοὶ διὰ φόβον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.