Text view
Ἁλιεῖς καὶ θύννος.
Author | Αἴσωπος |
---|---|
Language | Ancient Greek |
Origin | Greece |
Ἁλιεῖς ἐπ' ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπραθήσαντες οὐδὲν συνέλαβον: καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. Ἐν τοσοῦτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ροίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. Οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν. Οὕτω πολλάκις ἁ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.