Text view
Ὄνος παλιούρους ἐσθίων καὶ ἀλώπηξ.
| Author | Αἴσωπος |
|---|---|
| Language | Ancient Greek |
| Origin | Greece |
Ὄνος παλιούρων ἤσθιεν ὀξείην χαίτην. Τὸν δ' εἶδεν ἀλώπηξ, κερτομοῦσα δ' εἰρήκει· Πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις; Ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους.